Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.293 Joseph. AJ 17.298 (English) >>Joseph. AJ 17.304

17.296μετὰ δὲ τοῦτο τὴν μὲν αὐτοῦ στρατιὰν ἀποπέμπεται, χρήσιμον μὲν ὁρῶν ἐπʼ οὐδαμοῖς οὖσαν πράγμασιν· πολλὰ δὲ ἠτάκτητο αὐτοῖς καὶ παρήκουστο τῶν δογμάτων καὶ ὧν ἠξίου Οὔαρος ἐφέσει κερδῶν, ἐκ τοῦ κακουργεῖν περιεγίνοντο αὐτοῖς. 17.297αὐτὸς δὲ μυρίους Ἰουδαίους συνεστηκέναι πυνθανόμενος ἠπείγετο εἰς κατάληψιν αὐτῶν. οἱ δὲ οὐδʼ ἧκον εἰς χεῖρας, ἀλλὰ παρέδοσαν αὑτοὺς γνώμῃ τῇ Ἀχιάβου συνελθόντες. καὶ Οὔαρος τῷ πλήθει συγχωρῶν τὰς αἰτίας τῆς ἀποστάσεως ἔπεμπεν ἐπὶ Καίσαρα ὁπόσοι ἡγεμόνες ἦσαν αὐτῶν. 17.298Καῖσαρ δὲ τοὺς μὲν αὐτῶν πολλοὺς διῆκεν, ὁπόσοι δὲ συγγενεῖς ὄντες Ἡρώδου συνεστράτευον αὐτοῖς τούσδε ἐκόλασεν μόνους, εἰ μηδὲν φροντίσαντες τοῦ δικαίου κατὰ τῶν οἰκείων ἐστράτευον. 17.299

Οὔαρος μὲν δὴ ταῦτα καταστησάμενος καὶ φρουρὰν Ἱεροσολύμων τὸ καὶ πρότερον καταλιπὼν τάγμα ἐπʼ Ἀντιοχείας ἠπείγετο. Ἀρχελάῳ δʼ ἐπὶ Ῥώμης ἑτέρων πραγμάτων ἐφύοντο ἀρχαὶ κατὰ τοιαύτας αἰτίας. 17.300ἀφίκετο εἰς τὴν Ῥώμην πρεσβεία Ἰουδαίων Οὐάρου τὸν ἀπόστολον αὐτῶν τῷ ἔθνει ἐπικεχωρηκότος ὑπὲρ αἰτήσεως αὐτονομίας. καὶ ἦσαν οἱ μὲν πρέσβεις οἱ ἀποσταλέντες γνώμῃ τοῦ ἔθνους πεντήκοντα, συνίσταντο δὲ αὐτοῖς τῶν ἐπὶ Ῥώμης Ἰουδαίων ὑπὲρ ὀκτακισχίλιοι. 17.301Καίσαρός τε συνέδριον φίλων τε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπʼ αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.293 Joseph. AJ 17.298 (English) >>Joseph. AJ 17.304

Powered by PhiloLogic